Ancient Greek
Fragment 50
Aelian, Ἀποσπασμάτια 50
Not analysed yet
ἦν δὲ ἱέρεια τῷ θεῷ κάλλος ἄμαχος. ὅμως ἡ ψυχὴ ὑπὸ τοῦ πόθου κυμαίνεται αὐτῷ, καὶ φλέγεται, καὶ ἀκράτωρ ἑαυτοῦ ὢν ἐσήλατο ἐς τὸν νεών, ἕτοιμα δὴ καταγράφων, καὶ ὅτι τολμήσει ταῦτα ἐφ’ οἷς ἐνόσει ἐπ’ ἠρεμίᾳ τῶν ἐπικουρῆσαι τῇ κόρῃ δυναμένων πεπιστευκώς. ὃ δὲ οὐκ ἐφείσατο αὐτῆς ὁ ἐραστὴς ὁ ἐναγής, ἀλλ’ ἐξαγαγὼν αὐτὴν τοῦ νεὼ πρὸς βίαν διέφθειρε μάλα ἀνοίκτως. ἥτις δεινὸν ἡγησαμένη καὶ φορητὸν ἥκιστα ξιφιδίῳ ἑαυτὴν διέφθειρε. ὃ δὲ πρὸ τῆς ἐς τοὺς πολεμίους συμπλοκῆς, ὡς εἶδεν ἀπολλύμενόν οἱ τὸν λεών, ἐνετολμήσατο κακὸν κακῷ μείζονι ὁ παλαμναῖος ἄρα ἐκεῖνος σβέσαι. προστάττει οὖν τὴν ἄθλιον παρθένον δίχα τεμεῖν. τὰ ἡμίτομα ἐπὶ κλίναις βεβλημένα μάλα ἁβραῖς, καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κεκοσμημέναις ἐπιθέντας, ὑπὸ δᾳσὶν ἐνακμαζούσαις τῷ πυρὶ ἐκέλευσεν ἐκκομισθῆναι μετὰ χορείας γαμηλίου τε καὶ κερτόμου καὶ τὸν ὑμέναιον ᾀδουσῶν γυναικῶν. ἐμοὶ δοκεῖν, τοῦ Διονύσου τιμωροῦντος παρθένῳ δυστυχεῖ καὶ παθούσῃ τραγῳδίας ἄξια.