Ancient Greek · ~1 min
Aegineta aliquis in ipso templi Cereris limine manibus truncatus.
Aelian, Ἀποσπασμάτια Aegineta aliquis in ipso templi Cereris limine manibus truncatus.
Not analysed yet
καὶ φέρονται οἱ πλούσιοι τὸ πλέον, συλλαβόντες δὲ τῶν δημοτῶν εἰς ψ′ δήσαντες ἄγουσιν. τῶν δὲ δεσμωτῶν εἷς ἀπορρήξας τὰ δεσμὰ καὶ διεκδὺς εἶτα καταφεύγει ἐπὶ τὰ τῆς Δήμητρος πρόθυρα. ὃ δὲ ἐντυχὼν προσκειμέναις ταῖς θύραις, καὶ τῶν ἐπισπαστήρων λαβόμενος ἀπρὶξ εἴχετο. ἐπεὶ δὲ ἀποσπώντων βίᾳ ἀπέκοψαν τὸ πᾶν σῶμα τῶν χειρῶν.