Ancient Greek · ~1 min
De Iasonis Pheraei morte.
Aelian, Ἀποσπασμάτια De Iasonis Pheraei morte.
Not analysed yet
ὁ δὲ Ἰάσων ὁ Θετταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν Δελφοῖς ἐφλέγετο. ὁ δὲ θεὸς λέγει ἐκείνους μὴ πολυπραγμονεῖν· αὐτῷ γὰρ εἶναι διὰ φροντίδος. οἳ δὲ σπασάμενοι τὰ ἐγχειρίδια τοῦτον ἀπέσφαξαν. καὶ ἐξήμβλω μὲν ἡ ἔννοια τῆς θεοσυλίας τῷ ἀνοσίῳ ἀποσφαγέντος αὐτοῦ, ἐπαύσαντο δὲ τοῦ δέους οἱ Δελφοί.