Ancient Greek · ~2 min
Barbari urbem oppugnantes subita tempestate pereunt.
Aelian, Ἀποσπασμάτια Barbari urbem oppugnantes subita tempestate pereunt.
Not analysed yet
ὃ δὲ θᾶττον ἢ βάδην τήν τε κεφαλὴν ἐπισείων καὶ βαρβαρικῶς τινα ἐπιφθεγγόμενος, ὅσα τῆς τε φωνῆς τῷ ἐντόνῳ καὶ τοῦ βαδίσματος τῷ σεσοβημένῳ εἰκάσαι, ἐπαπειλῶν. εἶτα ἀδοκήτως πολλῷ πάνυ σφόδρα ὗσε, καὶ ἀστραπαὶ γεγόνασιν ἐκπλῆξαι δειναί. ἀδοκήτου χειμῶνος καταρρήγνυται πλῆθος ἄμαχον. ἐμπιπτόντων ὑετῶν καὶ χάλαζα ἰσχυρὰ ἐπέρρευσε, καὶ οἱ ποταμοὶ πληρωθέντες ἀνεχύθησαν, καὶ διὰ πάσης ἡμέρας σκότος ἦν βαθύτατος· καίτοι τὰ τῆς ὥρας οὐδαμῆ χειμέρια ἦν. ἀνεσταύρωτο δὲ ὁ πολιορκῶν, καὶ ἐς τοῦτό οἱ τὸ τοῦ χειμῶνος τοῦ μὴ καθ’ ὥραν ἀπαντήσαντος τὸ τέλος ὡρμίσατο.