Ancient Greek
Fragment 64
Aelian, Ἀποσπασμάτια 64
Not analysed yet
De Syrphace Ephesiorum tyranno. ὁ δὲ Σύρφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα, ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς· οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. οἱ γὰρ δορυφόροι μετέωρον ἀράμενοι τὸν Σύρφακα, ἐς τὸν τριακοντώποδα καλούμενον ἐκόμισαν, ῥίψαντες κάτω. ἐς ὃν μετέωρον ἀράμενοι τὸν Σύρφακα ῥιπτοῦσι κάτω, οἳ μὲν πυγμαῖς, κορύναις δὲ ἄλλοι, λίθων γε μὴν τῶν ἐν ποσὶν ἀμυνόμενοι πολλοί, οἳ δὲ ὅ τι παρέπιπτεν αὐτοῖς ὑποχείριον ἀλοῶντες αὐτὸν ἀπορραγῆναι τὴν ἐπάρατον αὐτοῦ ψυχὴν κατηνάγκασαν.