Ancient Greek · ~3 min
De Barbio Philippico Antonii adulatore.
Aelian, Ἀποσπασμάτια De Barbio Philippico Antonii adulatore.
Not analysed yet
οὗτος ἐπὶ τῶν τριῶν τυράννων ἦρχε. θέραψ δὲ ἦν τὸν τρόπον καὶ κολακικός, καὶ μέντοι καὶ τῷ περὶ τὸν Ἀντώνιον θιάσῳ κατείλεκτο· καὶ ταύτην γε τὴν ἀρχὴν ἦρχε τὴν ἐκείνου χάριν. τοῦτον τε οὖν τὸν τότε σοβαρὸν καὶ πορφυροῦν τῇ τιμῇ καὶ ἐν ἀγορᾷ τῇ Ῥωμαίων ὑψηλὸν διάγοντα καὶ δικάζοντα ὁ δεσπότης ἀνέγνω ἐλθών, πρότερον μὲν ἀποδράντα, ἐν ἐκείνῳ δ’ οὖν τοῦ καιροῦ πομπεύοντα ἁβρὸν καὶ κυδρούμενον καὶ σὺν τῇ ἀρχῇ θρυπτόμενον· καὶ προσελθὼν ἡσυχῆ κατόπιν θοἰματίου λαβόμενος χαῖρε εἶπε, τὸ ὄνομα προσθεὶς τὸ ἀρχαῖόν τε καὶ δοῦλον. καὶ ἐκεῖνος ἐκπλήττεται ῥᾳδίως τὸν δεσπότην γνωρίσας, καὶ δεῖται σιωπᾶν, καὶ ἐς τὰ οἰκεῖα ἄγει, καὶ καταβαλὼν πάμπλειστα, εἶτα μέντοι ἑαυτὸν ἐλύσατο. καὶ αἰδοῖ Ἀντωνίου τῇ κηλῖδι τῇδε σιγὴ κατεχύθη ἀργυρώνητος. ἔκρινα δὴ καὶ ταύτην τῆς τύχης μὴ σιγῆσαι τὴν παιδιάν.