Ancient Greek · ~1 min
De Cleopatra.
Aelian, Ἀποσπασμάτια De Cleopatra.
Not analysed yet
Κλεοπάτρα, ἐς ἣν κατολισθάνει τῶν Πτολεμαίων ἡ διαδοχή. ἡ δὲ Κλεοπάτρα βασίλειαν βασιλέων ἑαυτὴν ἀνεῖπεν· ἐς τοσοῦτον ἄρα φρονήματος ἐξώκειλεν. ἡ δὲ Κλεοπάτρα καὶ ἄλλα εἰργάσατο ἀσεβείας ἐχόμενα, ἅ μοι σιγῶντι κόσμον φέρει. ἡ οὖν Κλεοπάτρα καὶ τοὺς Ἠλείους ἐπειρᾶτο πολλῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι.