Ancient Greek · ~4 min
De Branchidarum interitu.
Aelian, Ἀποσπασμάτια De Branchidarum interitu.
Not analysed yet
ὅτι οἱ ἐν Δινδύμοις τῆς Μιλησίας οἰκοῦντες Ξέρξῃ χαριζόμενοι τὸν νεὼν τοῦ ἐπιχωρίου Ἀπόλλωνος τοῖς βαρβάροις προύδοσαν, καὶ ἐσυλήθη τὰ ἀναθήματα πάμπλειστα ὄντα. δεδιότες οὖν οἱ προδόται τὴν ἐκ τῶν νόμων καὶ τῶν ἐν ἄστει τιμωρίαν, δέονται Ξέρξου μισθὸν λαβεῖν τῆς κακίστης ἐκείνης προδοσίας μετοικισθῆναι ἐν χώρῳ τινὶ Ἀσιανῷ. ὃ δὲ πείθεται καὶ ἀνθ’ ὧν εἶχε κακῶς καὶ ἀσεβῶς, ἔδωκεν αὐτοῖς οἰκεῖν ἔνθεν οὐκ ἔμελλον ἐπιβήσεσθαι τῆς Ἑλλάδος ἔτι, ἀλλ’ ἔξω τοῦ δέους ἔσεσθαι τοῦ κατειληφότος αὐτοί τε καὶ τὸ ἐκείνων γένος. κᾆτα λαχόντες δὴ τὸν χῶρον, ἐν οἰωνοῖς οὐδαμῆ χρηστοῖς πόλιν ἐγείρουσι, καὶ τίθενται Βραγχίδας ὄνομα αὐτῇ, καὶ ᾤοντο μὴ μόνους ἀποδρᾶναι Μιλησίους, ἀλλὰ καὶ τὴν Δίκην αὐτήν. οὐ μὴν ἐκάθευδεν ἡ τοῦ θεοῦ πρόνοια. Ἀλέξανδρος γὰρ ὅτε τὸν Δαρεῖον νικήσας τῆς Περσῶν ἀρχῆς ἐγκρατὴς ἐγένετο, ἀκούσας τὰ τολμηθέντα καὶ μισήσας αὐτῶν τὴν τοῦ γένους διαδοχὴν ἀπέκτεινε πάντας, κακοὺς εἶναι κρίνων τοὺς τῶν κακῶν ἐκγόνους καὶ τὴν ψευδώνυμον πόλιν κατέσκαψε, καὶ ἠφανίσθησαν.