Ancient Greek · ~3 min
De Dionysio mercatore.
Aelian, Ἀποσπασμάτια De Dionysio mercatore.
Not analysed yet
Διονύσιος τοὔνομα, ἔμπορος τὸ ἐπιτήδευμα δολιχεύσας πολλοὺς πολλάκις πλοῦς, τοῦ κέρδους ὑποθήγοντος, καὶ πορρωτέρω τῆς Μαιώτιδος ἐκκουφίσας, ὠνεῖται κόρην Κόλχον, ἣν ἐληίσαντο Μάχλυες, ἔθνος τῶν ἐκεῖ βαρβάρων. ὑπάγοντος αὐτὸν τοῦ πλούτου καὶ ἐπὶ μᾶλλον ὑποθήγοντος. Διονύσιος τοὔνομα ἔμπορος τὸ ἐπιτήδευμα, δολιχεύσας πολλοὺς πολλάκις πλοῦς, περιβάλλεται πλοῦτον εὖ μάλα ἁδρόν. ὁ τοίνυν Διονύσιος καταγράφων ἑαυτῷ λύτρα πλεῖστα ὑπὲρ τῆς κόρης, ἢ χρυσίον πάμπολυ, ἢν ἀπόλοιτο αὐτή. τινὰς παραλαβὼν ἁδροῦ μισθοῦ ἐς Βυζάντιον ἐλθεῖν πείθει. εἶτα τῆς ὑστεραίας προσέσχε τῇ Χίῳ, καὶ ἀποβάντες ἐντυγχάνουσι τῇ κόρῃ πιπρασκομένῃ. ὃ δὲ ἔπραττε κακῶς, καὶ πᾶσα ἡ οἰκία αὐτοῦ ἐνόσει, καὶ τὰ τῆς ἐμπορίας ἐπικερδῆ ἥκιστα αὐτῷ ἦν. θυγάτηρ δὲ ἥπερ ἦν οἱ τῶν ἐκείνου μηχανῶν τε καὶ ἐπιβουλῶν ἀμαθής, ἐξάντης γίνεται τοῦ κακοῦ.