Ancient Greek · ~3 min
De Hipparino et Antileonte.
Aelian, Ἀποσπασμάτια De Hipparino et Antileonte.
Not analysed yet
ὃ δὲ ὑφαιρεῖται τὸν κώδωνα, καὶ φιλίας σύμβολον καὶ ὅμηρον πρῶτον κομίζει τῷ ἑταίρῳ αὐτοῦ. καὶ ὡς κατειργάσατο τὸ κάλλιστον ἔργον, ἔφευγεν ὤκιστα εὐθὺ τοῦ ἐραστοῦ. μετῄεσαν δὲ αὐτὸν οἱ δορυφόροι, καὶ διέφυγεν ἂν ἐκεῖνος, εἰ μὴ προβάτοις συνεζευγμένοις περιπεσὼν καὶ συμπλακεὶς ὡς πέδῃ κᾆτα ἀνετράπη. τελευτῶν ἀπεσφάγη καὶ αὐτός, καὶ ἔκειτο πλησίον τῶν παιδικῶν, θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον. ἤστην δὲ καλὼ καὶ μεγάλω· ὡραῖος δὲ ὁ νέος, οὐ τεθρυμμένος μήν, ἀλλὰ γεννικὸν ὁρῶν εἶχε πρόκωπον τὸ ξιφος. ἔθαψάν τε ἐκείνους αὐτόθι σεμνῶς τε καὶ σοβαρῶς ἐπιστήματα ἐπέστησαν. νεανία ἤστην, ὃ μὲν ἤδη γενειῶν, ὃ δὲ αὐτοῖν γυμνὸς τὴν παρειὰν ἔτι.