Ancient Greek · ~2 min
De M. Volusio aedile plebis.
Aelian, Ἀποσπασμάτια De M. Volusio aedile plebis.
Not analysed yet
ἐπανελθόντες οὖν προγραφὰς καὶ τῶν ἐκ βουλῆς καὶ τῶν ἐς τὴν ἱππάδα τελούντων εἰργάσαντο, τούτους ἀποκτιννύντες. Μάρκος τῶν εὖ γεγονότων, τὴν ἀξίωσιν ἀγορανόμος, προυγράφη· εἶτα μέντοι λαθεῖν βουλόμενος ξυρεῖ τὴν κεφαλὴν καὶ τὸ γένειον, καὶ στολὴν Αἰγυπτίαν ἀναλαβών, ἥνπερ οἱ τῆς Ἴσιδος θεραπευτῆρες ἤσθηνται, καὶ σεῖστρον ἐπισείων καὶ πόλιν ἐκ πόλεως ἀμείβων καὶ τῷ θεῷ ἀγείρων καὶ ἀναγκαίας τροφάς, λιμοῦ φάρμακα, ἀγαπητῶς λαμβάνων ἠλᾶτο.