Ancient Greek · ~3 min
T. Manlius a T. Manlio Torquato patre securi percutitur.
Aelian, Ἀποσπασμάτια T. Manlius a T. Manlio Torquato patre securi percutitur.
Not analysed yet
Ῥωμαῖοι πολεμοῦντες οὐδένα τόπον οὔτε ἐνέκρινον οὔτε ἀπέκρινον, ἀλλ’ ἔνθα ἔτυχον ἠγωνίζοντο. οἱ γὰρ Ῥωμαῖοι ἔνθα τοῖς ἐχθροῖς ἐνέτυχον, ἐνταῦθα δήπου καὶ ἠγωνίζοντο, εἴτε εἶεν ἀπειθεῖς οἱ τόποι καὶ τραχεῖς, εἴτε καὶ εὐφυεῖς δέξασθαι ὁπλίτας καὶ εὐήλατοι. Ῥωμαῖοι δὲ εὐπραγίαν παράνομον οὔτε νίκην τελεσθεῖσαν, ἧς ὁ ἄρχων μὴ ἐκοινώνησεν, ἠσπάζοντο, ἵνα μὴ αὐτοσχεδιάζωσιν ἐν ταῖς πράξεσιν οἱ ὑπήκοοι. Ῥωμαίων γοῦν ὁ νικήσας τὴν μουνὰξ μάχην ἀνεδεῖτο στεφάνῳ ἀγρώστεως· καὶ ἦν κλέος ἄμαχος. τῶν δὲ Ῥωμαίων κατολισθανόντων ἐς δάκρυα καὶ περιαλγούντων ἐπὶ τῷ πάθει. οὐ μὴν ἐθέλγετο ὁ ὕπατος τοῖς ὑπηρέταις σὺν ὀργῇ βριμούμενος. ὀλίγοι μὲν ἀπεῖπον πεμφθῆναί οἱ τὸν θρίαμβον.