Ancient Greek · ~6 min
De Meleti et Timagorae amoribus.
Aelian, Ἀποσπασμάτια De Meleti et Timagorae amoribus.
Not analysed yet
οὗτος ἐρᾷ νεανίου Ἀθήνησι τῶν εὖ γεγονότων καὶ πλουσίων μειρακίου καὶ ἐκείνου τὸ γένος διαπρεποῦς καὶ τὴν ὥραν ἀμάχου. καὶ τῷ μὲν ἐραστῇ Μέλητος ὄνομα ἦν, τῷ καλῷ δὲ Τιμαγόρας, ὥς φασιν. ἦν δὲ ἄτεγκτός τε καὶ ἀμείλικτος ὅδε ὁ παῖς, καί οἱ πολλὰ προσέταττε καὶ ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐσχάτων καὶ ὁμοῦ τι τῷ ὀλέθρῳ ἐλαύνοντα. καὶ ἦν τὰ προστάγματα κύνας τε ἀγαθὰς καὶ θηρατικὰς ἐκ τῆς ἀλλοδαπῆς ἄγειν, καὶ ἵππον αὖ τῶν πολεμίων ἀπαγαγεῖν ὅτου δὴ γενναῖόν τε καὶ θυμικόν, καὶ ἄλλου χλαμύδα ὡραίαν, καὶ τοιαῦτα ἕτερα. καὶ τελευτῶν ὄρνιθάς οἱ προσέταξε κομίσαι ὅτου δὴ τροφιμους καὶ οἰκέτας, γένος θαυμαστούς. ἐπεὶ δὲ καὶ τοῦτο κατεπράξατο ὁ ἔνθεος φίλος ἐκεῖνος καὶ ἐδωρεῖτό γε τῷ καλῷ τὸ μέγα τίμιον κτῆμα τοὺς προειρημένους, ὃ δὲ ἀτεράμων ὢν καὶ ἐς τοσοῦτον ἀπεώσατο ἄρα τὸ δῶρον. ὁ τοίνυν Μέλητος φλεγόμενος τῷ ἔρωτι καὶ οἰστρούμενος καὶ ἐπὶ τούτοις ἀσχάλλων τῇ ἀτιμίᾳ καὶ ἀπαυδήσας ἐπὶ τοῖς ἀνηνύτοις τε μόχθοις ἅμα καὶ ἀπείροις, ᾗ ποδῶν εἶχεν ἀνέθορέ τε ἐς τὴν ἀκρόπολιν καὶ ἑαυτὸν ἔωσε κατὰ τῶν πετρῶν. οὐ μὴν ἡ τιμωρὸς δίκη τὸν ὑβριστὴν παῖδα καὶ ὑπερόπτην εἴασεν ἐπεγχανεῖν τῷ τοῦ Μελήτου θανάτῳ. τοὺς ὄρνιθας γοῦν ἀναλαβὼν καὶ ταῖς ἀγκάλαις ἐνθείς, εἶτα μέντοι κατ’ ἴχνια τὰ ἐκείνου θέων, ὥσπερ οὐν ἑλκόμενος βίᾳ ἑαυτὸν σὺν τῷ δυστυχεῖ δώρῳ ἐπὶ τῷ Μελήτῳ ἔρριψε φέρων, βραδὺν καὶ δυστυχῆ τὸν ἔρωτα ἀντερασθεὶς τοῦτον. καὶ ἕστηκεν εἴδωλον τοῦ πάθους κατὰ τὸν τόπον παῖς ὡραῖος καὶ γυμνὸς ἀλεκτρυόνας δύο μάλα εὐγενεῖς φέρων ἐν ταῖς ἀγκάλαις καὶ ὠθῶν ἐπὶ κεφαλὴν ἑαυτόν.