Ancient Greek · ~4 min
De Monima Milesia.
Aelian, Ἀποσπασμάτια De Monima Milesia.
Not analysed yet
γυνὴ τὴν ὥραν διαπρεπής, σώφρων τὸν τρόπον. ὃ δὲ ὁρᾷ τὴν Μιλησίαν καὶ ἐρᾷ αὐτῆς, καὶ πέμπει πειρῶν πεντακισχιλίους καὶ μυρίους αὐτῇ χρυσοῦς, καὶ εἰ πλέον δέοιτο, ἔφατο δώσειν· ἣ δὲ οὐ προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι. διέρρει τοίνυν ὑπὲρ τῆς ἀνθρώπου κλέος σοβαρώτατον. καὶ ἕδνα ᾔτει γενέσθαι, τὸ τοῦ Μενάνδρου, ἵνα τι καὶ παίσω, Τρικορυσία βασίλιννα καὶ αὕτη, δέσποινα εἶναι τοῦ Πόντου ἐθέλουσα. Μιθριδάτης δὲ τὴν ἀποδημίαν Λευκόλλου ἑαυτῷ κατέγραψεν εὐερμίαν εἶναι. ἣ δὲ ὡς ἐπύθετο ὡς ἐκ τῶν παρόντων αἵρεσιν ἑκάστῃ δόντος θανάτου ὡς ἔνι μάλιστα ἀλύπου τε καὶ κούφου, τὸ διάδημα, ὅπερ οὖν ἐπὶ τῆς κεφαλῆς εἶχε σύμβολον δὴ καὶ μαρτύριον ἀρχῆς, περισπάσασα εἶτα μέντοι τῷ τραχήλῳ περιβάλλει πρὸς τὴν χρείαν τὴν παροῦσαν βρόχον ἀποφήνασα. τὸ δὲ ταραντινίδιον λεπτόν τε ὂν καὶ ἀσθενὲς ἐπεὶ μόνον ἐτάθη, κᾆτα ἀπορρήγνυται. ἣ δὲ περιαλγεῖ καί φησιν ὦ κατάπτυστόν τε καὶ ἐπίρρητον ῥάκος, οὐδὲ ἐς ταύτην μοι τὴν χρείαν ἐπιτήδειον ἐγένου. καὶ ῥίψασα αὐτὸ ξίφει ἑαυτὴν διεχρήσατο.