Ancient Greek · ~4 min
De Philemonis comici morte.
Aelian, Ἀποσπασμάτια De Philemonis comici morte.
Not analysed yet
οὗτος ἄπηρος ἦν τὸ σῶμα, καὶ μέντοι καὶ τὰς αἰσθήσεις πάσας ἀσινεῖς εὐμοιρίᾳ τινὶ διεσώσατο. ὁμολογοῦσι δήπου καὶ τοῦτο. πολεμούντων Ἀθηναίων καὶ Ἀντιγόνου Πειραιοῖ διαιτώμενος ὁ φιλήμων ὄναρ ὁρᾷ κόρας ἐξιούσας ἐννέα τῆς οἰκίας αὐτοῦ. ἐδόκει δὲ ἐρέσθαι αὐτὰς τί βουλόμεναι καταλείπουσιν αὐτόν, αὐτῶν δὲ ᾤετο ἀκοῦσαι λεγουσῶν ἔξω θυρῶν ἰέναι· μὴ γὰρ εἶναι θεμιτὸν μεῖναι αὐτάς. καὶ τὸν μὲν ὄνειρον ἐνταῦθα παύσασθαι, αὐτὸς δὲ διυπνισθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅτινα εἶπεν. εἶτα μέντοι ἔγραψε τὰ λοιπὰ τοῦ δράματος, ὅπερ οὐν ἔτυχε διὰ τῆς παρούσης ἄγων φροντίδος, καὶ ἐπηλυγησάμενος ἡσυχῆ ἔκειτο, κᾆτα ὑπεξέσχε. καὶ οἵ γε ἔνδον ᾤοντο καθεύδειν αὐτόν· ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ἐκκαλύψαντες τεθνεῶτα ἐθεάσαντο. οὐκοῦν, ὦ Ἐπίκουρε, παρῆσαν δὴ καὶ φιλήμονι αἱ ἐννέα Μοῦσαι, καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευταίαν ὁδὸν ἰέναι, ὤχοντο ἀπιοῦσαι. θεοῖς γὰρ οὐδαμῆ θεμιτὸν ὁρᾶν ἔτι νεκρούς, καὶ ἐὰν ὠσι πάνυ φίλοι, οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς. σὺ δὲ λέγεις αὐτοὺς μὴ ἡμῖν προσέχειν, ᾧ μῶρε.