Ancient Greek · ~5 min
De caupone Megarensi.
Aelian, Ἀποσπασμάτια De caupone Megarensi.
Not analysed yet
ἀποθανόντων τῶν ἀγαθῶν ἀνθρώπων ὁ θεὸς τίθεται πρόνοιαν καὶ ὤραν, καὶ τιμωρεῖ τοῖς ἀδίκως ἀνῃρημένοις. λέγει γοῦν Χρύσιππος ἐν Μεγάροις καταχθῆναί τινα, χρυσίου ζώνην πεπληρωμένην ἐπαγόμενον. ἀπέκτεινε δὲ ἄρα αὐτὸν πανδοκεὺς ὁ ὑποδεξάμενος ὀψισθέντα, ἐποφθαλμιάσας τῷ χρυσίῳ· εἶτα ἔμελλεν ἐκκομίζειν ἐφ’ ἀμάξης ἀγούσης κόπρον, ὑποκρύψας ἐν ταύτῃ τὸν πεφονευμένον. ἡ τοίνυν ψυχὴ τοῦ τεθνεῶτος ἐφίσταται Μεγαρεῖ τινι, καὶ λέγει ὅσα τε ἔπαθε καὶ ὑφ’ ὅτου, καὶ ὅπως ἐκκομίζεσθαι μέλλοι, καὶ κατὰ ποίας πύλας· ὃ δὲ οὐκ ἤκουσε ῥᾳθύμως τὰ λεχθέντα, κνεφαῖος δὲ ἐξαναστὰς καὶ παραφυλάξας τοῦ ζεύγους ἐπελάβετο, καὶ ἀνίχνευσε τὸν νεκρόν. καὶ ὃ μὲν ἐτάφη, ὃ δὲ ἐκολάσθη. ὃ δὲ ἔς τινος πανδοκέως ἐλθὼν ἠξίου τυχεῖν καταγωγῆς· ὃ δὲ ἐδέξατο καὶ πῦρ ἐξέκαυσε. χειμῶνος ὥρα ἦν καὶ πῦρ ἐξέκαυσε τῇ ὥρα σύγκαιρον. καί πως τὴν ζώνην τοῦ χρυσίου, ἣν ἐπήγετο ὁ ξένος, ὁ πανδοκεὺς ἐθεάσατο καὶ παραχρῆμα ἐποφθαλμιᾷ. ὃ δὲ ἰδὼν τὸ χρυσίον ἐποφθαλμιᾷ τῷ ἀνθρώπῳ. ἐξήγαγεν ἐκ τῆς ζώνης τοὺς χρυσοῦς δαρεικούς, κατακερματίσαι θέλων καὶ διαλύσασθαι τῷ πανδοκεῖ. ἐς τὸ δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα. ἐπεὶ δὲ ἀωρία ἦν, ὅ μὲν ἐπὶ τὸν φόνον ὑπεθήγετο. ἐπιρρήγνυται βροντὴ βιαιοτάτη, καὶ τὸ πανδοκεῖον κατηράχθη.