Ancient Greek · ~1 min
De dracone caesorum amicorum ultore.
Aelian, Ἀποσπασμάτια De dracone caesorum amicorum ultore.
Not analysed yet
καὶ τὸν δράκοντα τὸν ἐκ τῆς θείας πομπῆς ἥκοντα. ὃ δὲ δράκων προελθὼν ἄρα τοῦ ἀδύτου τό τε αἶμα αὐτῶν ἐξελιχμήσατο καὶ ἐκάθηρε τὰς πληγάς, ἵνα μή ποτε ἄρα τοῦ λύθρου μιαροὶ βλέπωνται. ὃ δὲ δράκων ταῖς σπείραις τοὺς νεκροὺς συναγαγὼν ἐφύλαττεν ἀπαθεῖς, ὡς ἂν μήτε τι τῶν χερσαίων μήτε τὴν τῶν πτηνῶν ἐπὶ λύμῃ προσέλθοι.