Ancient Greek · ~7 min
Epicureus aliquis Castorum simulacris illudit.
Aelian, Ἀποσπασμάτια Epicureus aliquis Castorum simulacris illudit.
Not analysed yet
εἶχε δὲ ἄρα τὸ βιβλίον τὰς Ἐπικούρου δόξας, ἃς ἐκεῖνοι κυρίας οὕτω καλοῦσιν, Ἐπικούρου κακὰ γνωρίσματα· ἐν αἷς ἄρα καὶ τόδε ἦν, ὅτι τὸ πᾶν φέρεται τύχῃ τινί, οὐ μὴν βουλήσει καὶ κρίσει θεοῦ. ταύτας δὲ τὰς θρυλουμένας ἀτόμους πληττομένας ὑπ’ ἀλλήλων, εἶτα ἀφισταμένας, ἐκ τούτων γίνεσθαι ἀέρα, γῆν καὶ θάλατταν. εἶτα διαλύεσθαι τὰς ἀνακράσεις καὶ συνόδους, καὶ παντελῶς ἀφανίζεσθαι ἐς ἀτόμους, φέρεσθαι δὲ εἰκῆ τὰ πάντα καὶ ὡς ἔτυχεν, οὐ μὴν ἐκ τῆς τοῦ ποιητοῦ σοφίας. εἶτα ὅτι ἐκ προνοίας φύρεται πάντα, οὔτε κυβερνήτην οὔτε ἰθυντὴν οὔτε ποιμένα ἔχοντα· εἶτα ὁ **πομπῇ τοῦ θεοῦ ἥκων οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασεν. **εἶτα ἀνέθορεν, Ἐπικούρῳ καὶ ταῖς ἐκείνου δόξαις κλάειν λέγων. λιπαροῦντος οἰκτρῶς καὶ σὺν ἱκεσίᾳ, μὴ τὰ ἔσχατα αὐτὸν περιιδεῖν παθόντα. πρὸς δὲ τὸ θεῖον λιπαρὴς ἦν καὶ ἔκθυμος, ὡς θαμὰ αὐτῷ προσιέναι. ὃ δὲ θύσας Ἐπικούρῳ καὶ δόξαις ταῖς ἐκείνου κλάειν ἔλεγε. ἐχλεύαζεν αὐτούς, ὡς ἐκ τῆς λιπαρίας τῆς τοσῆσδε πλέον ἔχειν οὐδέν. ὃ δὲ ἐτώθαζε τοῦ θεοῦ τοὺς θεραπευτῆρας, λέγων ἐκ τῆς τοσαύτης λιπαρίας πλέον ἔχειν οὐδέν. παριὼν δὲ ἐς τὸν νεών, χλευάζων γε μὴν τοὺς θεοῦ θεραπευτῆρας καὶ ἐπετώθαζε. καὶ μέντοι καὶ Διοσκόρων ἦν ἀγάλματα δύο· νεανίαι μεγάλοι, γυμνοὶ τὰς παρειάς, ὅμοιοι τὸ εἶδος, καὶ χλαμύδα ἔχοντες ἐπὶ τῶν ὤμων ἐφημμένην ἑκάτερος· καὶ ξίφη ἔφερον τῶν χλαμύδων ἠρτημένα, καὶ λόγχας εἶχον παρεστώσας, ἐν αἷς ἠρείδοντο, ὃ μὲν κατὰ δεξιάν, ὃ δὲ κατὰ λαιάν. ὃ δὲ οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασε· καὶ τῶν Διοσκόρων ἑνὸς τὸ ξίφος διηρμένον τε καὶ ἐπανεστὼς **καὶ πληγεὶς καιρίως ἐξέγρετο.