Ancient Greek · ~1 min
De Eutelida Arcade.
Aelian, Ἀποσπασμάτια De Eutelida Arcade.
Not analysed yet
ἡ γλῶττα ἡ ἀπαίδευτος καὶ ἀμαθὴς τῇ τε ἄλλῃ καὶ ταύτῃ ἐπίσπαστα παλαμᾶται, καὶ μέντοι καὶ ἐς τὸ ἀπόφημόν τε καὶ βλάσφημον κατολισθάνει. ἀνὴρ Ἀρκάς, Εὐτελίδας τοὔνομα, ἀκολάστῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶς πάντας ἀγορεύειν ἀρρώστημα ἔσχεν. ἐμίσει δὲ καὶ τοὺς εὖ πράττοντας καὶ οὐδὲν ἦν ἔς τινα ἔμβραχυ ἀγαθόν, ὃ μὴ ἐκείνου κατέτεινε τὴν ψυχήν.