Ancient Greek · ~4 min
Phoenix Syracusanus Simonidis sepulcrum diruit.
Aelian, Ἀποσπασμάτια Phoenix Syracusanus Simonidis sepulcrum diruit.
Not analysed yet
ὅπως ἐτίμησάν τε καὶ ἐφίλησαν οἱ Διόσκοροι τὸν μελοποιὸν Σιμωνίδην, καὶ πῶς ἐρρύσαντο καλέσαντες ἔξω τοῦ ἀνδρῶνος, ἔνθα κατώλισθεν, ἐρῶ ἀλλαχόθι· ἄξιον δὲ μηδὲ ταῦτα παραλιπεῖν. Ἀκραγαντίνων στρατηγὸς ἦν ὄνομα Φοῖνιξ· Συρακοσίοις δὲ ἐπολέμουν οὗτοι. οὐκοῦν ὅδε ὁ Φοῖνιξ διαλύει τὸν τάφον τοῦ Σιμωνίδου μάλα ἀκηδῶς τε καὶ ἀνοίκτως, καὶ ἐκ τῶν λίθων τῶνδε ἀνίστησι πύργον. καὶ κατὰ τοῦτον ἑάλω ἡ πόλις. ἔοικε δὲ καὶ Καλλίμαχος τούτοις ὁμολογεῖν. οἰκτίζεται γοῦν τὸ ἄθεσμον ἔργον, καὶ λέγοντά γε αὐτὸν ὁ Κυρηναῖος πεποίηκε τὸν γλυκὺν ποιητὴν οὐδὲ τὸ γράμμα ᾐδέσθη τὸ λέγον μ’ υἷα Λεωπρέπεος κεῖσθαι Κήιον ἄνδρα. κᾆτ’ εἰπὼν ἄττα ἐπιλέγει οὐδ’ ὑμέας, Πολύδευκες, ὑπέτρεσεν, οἵ με μελάθρου μέλλοντος πίπτειν ἐκτὸς ἔθεσθέ ποτε δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κρανωνίων αἴας ὤλισθεν μέγας οἶκος ἐπὶ Σκοπάδας. τιμωροὶ μὲν δὴ θεοὶ τοῖς ἀξίοις, καὶ τιμῶσιν οἵ τε Ὀλύμπιοι οἵ τε οἱ ἐπὶ τῆς τρίτης ἀρχῆς. οὔ μοι δοκεῖ πολυπραγμονεῖν. ἔστωσαν δὴ καὶ ταῦτα ὑπόμνησις τοῦ βιοῦν ὀρθῶς, ἵνα τε αὐτοὺς ἔχωμεν καὶ ἐνταῦθα κηδεμόνας καὶ ἐκεῖθι, ὅταν τὴν εἱμαρμένην τε καὶ ἀναγκαίαν πορείαν ἔλθωμεν.