Ancient Greek · ~2 min
Tyrus ab Alexandro expugnata.
Aelian, Ἀποσπασμάτια Tyrus ab Alexandro expugnata.
Not analysed yet
ἀπέστη τὸ ἔθνος τὸ Σύρων, καὶ Φοινίκων τοὺς γείτονας προσέλαβεν ἐς τὴν αὐτὴν ὁρμήν τε καὶ ὑπόστασιν. καὶ τρὶς οὐχ ἅπαξ ἀπέχρησέν οἱ Τυρίοις εἰπεῖν ἀποστῆναι τῶν ἀμφὶ Δαρεῖον. ὃ δὲ (οὐ γὰρ ἐλελήθει τὰ ἔνδον) ὑπερήδετο, καὶ τὴν ἐλπίδα ὑπὲρ τῶν παρόντων ἐλάμβανεν ἐς τὸ κρεῖττον, καὶ ἔτι μᾶλλον τῇ πολιορκίᾳ διαρκῶς ἐνεκαρτέρει. ὡς δὲ ἐπεφοίτα ἡ τοῦ ὀνείρου ὄψις ἐς πάντας, χαλεπαίνουσιν ὁ δῆμος οἱ Τύριοι. σχοινίον τε ἐφοίνιξαν μίλτῳ, καὶ ἔπαιον τὸ ἄγαλμα, Ἀλεξανδριστὴν καλοῦντες. καὶ ταῦτα μὲν παρῴνησαν, βαρβάρως ἐνθουσιάσαντές τε ἅμα καὶ λυττήσαντες. ἔτισαν οὖν δίκας οὐ μεμπτάς· ἑάλω γὰρ αὐτοῖς ἡ πόλις.