Ancient Greek · ~2 min
Book 7
Aelian, Ποικίλη ἱστορία 7.1
Not analysed yet
Σεμίραμιν τὴν Ἀσσυρίαν ἄλλοι μὲν ἄλλως ᾅδουσιν, ὡραιοτάτη δὲ ἐγένετο γυναικῶν, εἰ καὶ ἀφελέστερον ἐχρῆτο τῷ κάλλει. ἀφικομένη δὲ πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα κλητὴ κατὰ κλέος τῆς ὥρας, ὃ δὲ ἐντυχὼν τῇ ἀνθρώπῳ ἠράσθη αὐτῆς. ἣ δὲ ᾔτησεν ἐκ τοῦ βασιλέως τὴν βασίλειον στολὴν λαβεῖν καὶ πέντε ἡμερῶν τῆς Ἀσίας ἄρξαι, καὶ τὰ ὑπὸ ταύτης προσταττόμενα δρᾶσαι. οὐδὲ τῆς αἰτήσεως ἠτύχησεν. ἐπεὶ δὲ ἐκάθισεν αὐτὴν ὁ βασιλεὺς ἐπὶ τοῦ θρόνου, καὶ ἔγνω διὰ χειρὸς καὶ γνώμης ἔχουσα πάντα, προσέταξε τοῖς δορυφόροις αὐτὸν τὸν βασιλέα κτεῖναι· καὶ οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν κατέσχε. λέγει δὲ ταῦτα Δείνων.