Ancient Greek · ~4 min
Jebb Page 168
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 168
Not analysed yet
καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἂν ἔχοις εἰπεῖν, ὡς ἄρα τῶν εὑρομένων τὰς δωρεὰς οἱ μὲν φαῦλοί τινες ὄντες, οἱ δὲ μικρὰ ἄττα εὖ πεποιηκότες τὴν πόλιν, μειζόνων ἢ προσῆκεν ἠξίωνται. μάλιστα μὲν γὰρ εἰ καὶ διὰ πάντων τοῦτʼ ἦν, πρὸς ἡμῶν μᾶλλον ἂν ἦν. διὰ τί; ὅτι πεφύκαμεν ἐξ ἀρχῆς ὥσπερ τοῖς ἄλλοις πᾶσιν, οὕτω κἀν ταῖς εὐεργεσίαις πάντας ἀνθρώπους νικᾶν. κοινοὺς γοῦν εὐεργέτας πάντες ἡμᾶς ᾁδουσι. νῦν δὲ τοσαῦτα μέν ἐστι τούτων τὰ πλεῖστα καὶ οὕτω πολλοῦ τινος ἄξια ὡς εἰ καὶ μηδαμόθεν ἦσαν περιφανεῖς οἱ ταῦτʼ εἰργασμένοι, ἐξαρκεῖν ἂν αὐτοῖς ἐντεῦθεν διαφερόντως τιμᾶσθαι. τοιοῦτοι δέ τινες οὗτοι καὶ πρὸς τοσοῦτον ἥκοντες τοῦ θαυμάζεσθαι, ὡς μὴ μόνον τὰς δωρεὰς, ἃς παρʼ ἡμῶν ἔσχον, μᾶλλον σεμνύνειν ἢ ὑπʼ ἐκείνων οὗτοι σεμνύνεσθαι, ἀλλὰ καὶ εἰ μή πω κατʼ ἀνθρώπους νενόμισται τὸ τῶν δωρεῶν, διʼ αὐτοὺς ἂν νενομίσθαι· οὓς καθʼ ἕκαστον μὲν διιέναι,