Ancient Greek · ~2 min
Jebb Page 170
Aelius Aristides, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 170
Not analysed yet
οὐ τοὺς ἐπὶ τῶν ἄνω χρόνων λέγω, ἀλλὰ καὶ πάντας τοὺς ἐφʼ ἡμῶν τουτουσὶ, μακρὸν ἂν εἴη καὶ πόρρω τοῦ καθʼ ἡμᾶς δυναμένου. ἑνὸς δὲ μόνου τοῦ χθὲς καὶ πρώην πολλῶν καὶ μεγάλων ἀγαθῶν αἰτίου καταστάντος τῇ πόλει μνησθεὶς, ὑμῖν αὐτοῖς καταλείπω τὴν ψῆφον, εἰ ἄρʼ ἄξιός ἐστιν ἁνὴρ οὐκ ἀτελείας μόνον, ἣν ἔδοτʼ αὐτῷ καὶ παισὶν, οὐδὲ πλείστων ὅσων ἄλλων δωρεῶν καὶ στεφάνων, ἀλλὰ καὶ τοῦ πολλοὺς ἂν ἑτέρους διʼ αὐτὸν εὖ πεπονθέναι. ἄξιος δὲ καὶ τούτου Χαβρίας, καθάπερ πρόσθεν Τιμόθεος Κέρκυραν ᾑρηκὼς καὶ τὴν μόραν κεκοφὼς