Ancient Greek
203.7 to 205.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 203.7-205.2
Unproofread scanNot analysed yet
249. Eustath. p. 1926, 52. ἴσως δὲ ἐκ τοιούτου τινὸς τρόποι καὶ λίγδος παρὰ Αἰλίῳ Διονυσίῳ ὁ χώρος, περὶ οὗ ἐν ἑτέρῳ ῥητορικῷ λεξικῷ γράφεται ¹) καὶ ὅτι λίγδος χωρεία ἀλοιφή. καὶ λίγδον· χωνευτήρια, χόανα, νομισμάτων διατύπωσις. ἐν ἄλλῳ δέ, ὅτι λίγδος²) χώρος τρήματα ἔχων συνεχή, παραπλήσια τῷ Α, δι’ ὧν χαλκὸς ῥθεῖται. 250. Eustath. p. 421, 28. καὶ λίνον ¹) δὲ τὴν χορδὴν λέγειν ἐκ τῶν ἀνέκαθεν εἰς τοὺς ὑστερον καθίζει. πάλαι γὰρ ποτε δοκεῖ λινέας εἶναι τὰς μουσικὰς χορδάς, ὡς καὶ ὁ Αἴλιος ὑποδηλοῖ. 251. Eustath. p. 809, 42. παρὰ Αἰλίῳ Διονυσίῳ κεῖται τὸ λυκοφιλῶς ¹) ἀντὶ τοῦ ὑπόπτως ὑπούλωσ, ὃς φέρει καὶ Μελάνθρου χορῶν ταύτην λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί (fr. 833. Kock). δήλον δὲ ὡς ἡ ῥηθεῖσα ἀμφιλύκη καὶ ἐκ τοῦ λύνη ²) γίνεται, ὁ σημαίνει κατὰ τοὺς παλαιούς τὴν σκιάν. προσλαβόν δὲ τὸ η ποιεῖ τὴν ἡλύνην ³), ὁ δηλοῖ σκέπην, σκιάν. ἐξ οὗ ἐπηλυγασάμενος ⁴) παρὰ Πλάτωνι ὁ προβαλόμενος καὶ ἐπισκιασάμενος. ὅτι δὲ καὶ νυκτερινοὶ κύνες ⁵) λέγονται οἱ λύκοι, ἔστιν εὑρεῖν ἐν τοῖς παλαιοῖς. 251a. Eustath. p. 1710, 20 ¹). ἐνθα ἐνθυμητέον καὶ τὸ . . . μαλακὸς κηρὸς, ὁ ἐν τῷ γραμματείῳ κατὰ τὸν Αἴλιον Διονύσιον, ὡς τῶν παρὰ τοῖς παλαιοῖς πινακιδίων κηρῷ τοιούτῳ μαλαχῷ ἀλλημμένων, ἐν ᾧ ἔγραφον διὰ τινος γραφείου σχληροῦ. 252. Eustath. p. 1854, 32. Αἴλιος δὲ Διονύσιος λέγει, ὅτι Περόχον ὄνομα καὶ ὁ μανδύας¹). ἔοιχε δέ, φησι, φαινόλη. καὶ ὁ γράφας δὲ γέντα²)· τὰ κρέα κατὰ γλώσσαν Θρακῶν ἔγραψεν.