Ancient Greek
205.3
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 205.3
Unproofread scanNot analysed yet
253. Eustath. p. 1496, 51. μάσταξ δὲ οὐ μόνον ἡ τρυφή ὡς καὶ ἐν ἄλλοις, ἀλλὰ καὶ τὸ στόμα ὡς ἐνταῦθα. παρὰ τὸ μαστάσθαι δὲ γίνεται καὶ ἀμφότερα. τινὲς δὲ καὶ τὸ χείλος οὕτω φασίν. ἐν δὲ ῥητορικῷ λεξικῷ εὑρίσκεται καὶ μάστακες¹)· αἱ ἀκρίδες. καὶ λέγεται κείσθαι τοῦτο παρὰ Σοφοκλεῖ ἐν Φινεῖ (fr. 650. Nauck). ἐκεῖ δὲ ἐμφέρεται καὶ ὅτι μάσταξ αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες. πάππος δ' αἱ ἐπὶ τοῦ κάτω²). Ἔρθα σημειῶσαι ὡς ὁ παρὰ τοῖς ἄλλοις κοινῶς γεγόμενος μύσταξ διὰ τοῦ ν μάσταξ ἐκεῖσε διὰ τοῦ α γράφεται. Αἴλιος δὲ Διονύσιος καὶ μασταρύξειν³) φησὶ τὸ κακῶς μασάσθαι καὶ βλακικῶς.