Ancient Greek
205.4 to 207.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 205.4-207.2
Unproofread scanNot analysed yet
254. Eustath. p. 1387, 16. μέγαρον δέ, ὡς ἐν ῥητορικῷ φέρεται λεξικῷ¹) οὐ μόνως τὸ κοινῶς ἀλλὰ καὶ ἰδικῶς μέγαρον· κατάγεια οἰκήματα, φησι, τῶν θεατῶν ἤγουν Δῆμητρος καὶ Περσεφόνης. Αἴλιος δὲ Διονύσιός φησι, καὶ ὅτι μάγαρον²), οὐχὶ μέγαρον, εἰς ὃ τὰ μυστικὰ ἱερὰ κατατίθεται. 255. Eustath. p. 862, 16. μέσανλον¹) δὲ ἡ καὶ αὐλὴ 5 καὶ ἐπανλις καὶ αὐλίς. λέγεται δὲ καὶ ἐπὶ ἀνθρωπίνης οἰκήσεως ὡς δηλοῖ τὸ ὅτε οἱ μέσσανλον ἔχοντο. οἱ δὲ παλαιοὶ σημειοῦνται, ὡς Ἀττικοὶ μὲν τὴν μέσην θύραν μέσανλόν²) φασι, μάλιστα μὲν οὖν τὴν μέσην δυοῖν αὐλαίρ, 10 ὡς φησιν Αἴλιος Διονύσιος, ἣν καὶ μέτανλον αὐτὸς λέγει πρὸς ὁμοιότητα τοῦ μεθόριον³) καὶ μεταίχμιον. 256. Eustath. p. 1333, 34. ἰστέον δὲ ὅτι Ὀμηρος μὲν μήρινθον¹) οἶδε, Παυσανίας δὲ καὶ μετὰ τοῦ σ σμηνίθους τινὰς. λέγει γὰρ ἐν τῷ κατ’ αὐτὸν λεξικῷ, ὅτι σμήριν- 15 θοι²) δεσμοὶ ἢ σπασμοί. Πλάτων Νόμων πρώτῳ (p. 644E)· ταῦτα τὰ πάθη, νεῦρα ἢ σμήρινθοί τινες ἐνιοῦσα, ὧσδὶ τε ἡμᾶς καὶ ἀλλήλους ἀνδέλκουν. 257. Eustath. p. 310, 33. ἰστέον δὲ καὶ ὅτι μιλωρνχία¹) ἐλέγετο τόπος, ἐν ᾧ μῖλτος ὀρύσσεται, καὶ ὅτι κατὰ 20 τὸν Παυσανίαν μῖλτος ἐλέγετο καὶ ἡ ἐρυθιβὴ²). δρόσος δέ, φησίν, αὕτη καταληφθεῖσα ὑπὸ καύσωνος, ὑφ’ ἧς διαφθείρεται πᾶς σπόρμος καρπός. 258. Eustath. p. 1340, 29. ἰστέον δὲ ὅτι τὴν παραλέ- γουνδαν τοῦ μόλυβδος¹) διὰ τοῦ ν προέφερον οἱ ἀρχαῖοι, ὡς καὶ τοῦ βύβλος. Αἴλιος γοῦν Διονυσίός φησιν, ὅτι μόλυβδος διὰ τοῦ ν καὶ δ. ὧθεν δηλαδὴ ὁμοιόγραφος καὶ ἡ μολύβδαινα²). ἐν δὲ τῷ μόλιβος ὡς ἐτράπετ’ αἵμῃ διὰ μέτρον, φασίν, οὕτω γέγραπται. ἐπεὶ καὶ Ἰωνες ὁμοίως Ἀττικοῖς μόλυβδον λέγουσιν. 259. Eustath. p. 1539, 30. ὁ δὲ μόνιππος ἀνὴρ ὁμοιος τῷ κελητίζοντι. φησὶ γὰρ ὁ αὐτὸς Παυσανίας οὕτως· μόνιππος¹)· ὁ ἐπὶ ἑνὸς ἵππου ἀγωνιζόμενος δρόμῳ.