Ancient Greek
210.2 to 212.2
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 210.2-212.2
Unproofread scanNot analysed yet
ὅτε τὰς ὄας ἐποιήσατο. οἱ γὰρ παλαιοί, φησί, καὶ ταύταις οἷς δέρμα προσέγραπτον, ἵνα ἥκιστα τρίβοντο τὰ κάτω τῶν ἱματίων. 267 Eustath. p. 1773, 30. Αἴλιος μέντοι Διονύσιος γράφει ὅτι καὶ τὸ οἴσθα¹) καὶ οἴσθας ἄμφω Ἑλληνικά, καθὰ καὶ ἤσθα καὶ ἤσθας. ἄπαξ δέ, φασί, παρ’ Ὁμήρῳ τὸ οἶδας ἐν τῷ (α 337). πολλὰ γὰρ ἄλλα βροτῶν θελητήρια οἶδας. 268 Eustath. p. 1160, 17. ἐν δὲ ῥητορικῷ λεξικῷ Αἰλίου Διονυσίου φέρεται καὶ ὀλίον¹) τὸ ὀλίγον. φησὶ γάρ· ὀλίγον. τὸ δὲ ὀλίον ἢ βάρβαρον ἢ Ἰακόν. 269. Eustath. p. 862, 40. ἡ δὲ ὁμωνυμία καὶ τι σκεῦδος (sc. ὄνος) οἶδε παρὰ τοῖς Ἀριστοτελικοῖς καὶ ἐστὶν ἀπ’ αὐτοῦ ὀνεύειν ὅημα, περὶ οὗ Αἴλιος Διονύσιος γράφων φησίν· ὤνευον¹)· παρὰ Θουκυδίδῃ τὸ ἐκίνουν καὶ περιήγον. ὄνος γὰρ τοῦ μύλου τὸ κινοῦμενον. καὶ αἱ τοιαῦται μηχαναὶ ὄνος. 270. Eustath. p. 964, 64. δῆλον δέ, ὅτι μαντική ποτε λέξις τὸ ὁσσεσθαι ἀπὸ τῆς ὁσσης, ἣν δεῖ ἐπὶ μαντείας τίθησι. τοιαύτη δὲ λέξις ἐστὶν ὅτε καὶ ἡ ὤψ, ὡς Διονύσιος Αἴλιος παρασημειοῦται λέγων ὧπα (l. ὅττα)¹) τὴν κληδόνα καὶ ὀπεύεσθαι (l. ὁττεύεσθαι²) τὸ κληδονίζεσθαι. Ἀριστοφάνης 10 Λυσιστράτῃ· ὁττευόμενος κάθηται (vs. 597). 271. Eustath. p. 898, 7. πάλῃ¹) δὲ κυρίως κατὰ Αἰλίων Διονύσιον λεπτότατον ἄλευρον, καὶ τέφρα· Φερεκράτης Ἴππω (fr. 60 Kock) ἀνέπλησα τω’ φθαλμῷ πάλης φυσῶν τὸ πῦρ ἡ δὲ τοιαύτη πάλῃ ἀναδιπλασιασθεῖσα κατὰ τὴν λαίλαπα καὶ κατὰ τὸ παιφάσσειν ἀποτελεῖ τὴν παιπάλην²). 272. Eustath. p. 166, 14. τὸ δὲ πανσυνδίη¹) καὶ διὰ τῶν δύο σ γράφουσιν οἱ παλαιοί, ὡς ὁ σύσσιτος, σύσσωμος καὶ τὰ ὅμοια. [δηλοῖ δὲ κατὰ τινας τὸ παμπληθεῖ²). ἕτεροι δὲ φασὶ πασσυνδίην ἀντὶ τοῦ πανστρατιᾶς, μηδενὸς μαχομένου ἀπομένουτος. ἄλλοι δὲ πανσυνδίην ἀντὶ τοῦ πανοικεῖ.] Αἴλιος δὲ Διονύσιος ἀντὶ τοῦ παντελῶς, ὅθεν παρὰ Θουκυδίδῃ³) τὸ· πανσύνδει διεφθάρθη.