Ancient Greek
212.3
Aelius Dionysius, Ἀττικὰ ὀνόματα 212.3
Unproofread scanNot analysed yet
273. Eustath. p. 833, 48. παραβάτης¹), ὃ ἐφῆκε παρὰ τοῖς μεθ’ Ὁμήρου ὁ ἐν τοῖς γάμοις λεγόμενος πάρoχος. φησὶ γὰρ Παυσανίας, ὅτι ἐν γάμοις τρεῖς ἐπὶ ἀμάξης ἐκάθηντο, μέση ἡ νύμφη, ἐκἀτερθεν δὲ ὁ νύμφιος καὶ ὁ πάρoχος, φίλος οὗτος ἢ συγγενὴς ὁ μάλιστα τιμώμενος καὶ ἀγαπώμενος. ἔνθα σημειῶσαι ἐπὶ οἷον σημαυομένου ὁ πάρoχος ἔκειτο· οὐ γὰρ ἐπὶ τοῦ νῦν συνήθους, ὡς ἐκ τοῦ παρέχειν γίνεται, ἀλλ’ ἐπὶ τοῦ, ὡς εἴρητα, παροχοιμένου καὶ ὥσπερ παραβάτου.