Ancient Greek · ~2 min
4.
Aelius Herodianus, De figuris (= Περὶ σχημάτων) 4.
Not analysed yet
τινὲϲ οὐχ ὡϲ τὸ πρόθυμοϲ καὶ εὔθυμοϲ ἀπὸ τοῦ θυμόϲ, οὕτωϲ ἀπόθυμοϲ, ἀφ’ οὗ ἀποθύμιοϲ, ἀλλ’ ὥϲπερ πολλαχοῦ οἱ παλαιοὶ παρὰ δύο λέξειϲ διεζευγμέναϲ μίαν παραγωγὴν πεποίηνται οἷον Νέο πόλιϲ Νεαπολίτηϲ, Ἄρειοϲ πάγοϲ Ἀρειοπαγίτηϲ, πρὸ ἔργου προὐργιαίτερον, Λεὼ κόραι Λεωκόριον, Διὸϲ πόλιϲ Διοϲπολίτηϲ, παρὰ ποταμὸν Παραποτάμιοϲ, ἐπὶ Ταινάρῳ Ἐπιταινάριοϲ, ἐπὶ γῆϲ ἐπίγειοϲ, ἐπ’ οὐρανοῦ ἐπουράνιοϲ· οὕτωϲ «ἀλλ’ ἀπὸ θυμοῦ μᾶλλον ἐμοί» (Α 562) παράγεται ἀποθύμιοϲ· οὕτωϲ ἔχει καὶ τὸ ϲκορακίζειν· ἐϲ κόρακαϲ, ἐϲκορακίζειν καὶ ἀποβολῇ τῆϲ ἀρχῆϲ ϲκορακίζειν.