Ancient Greek · ~3 min
5.
Aelius Herodianus, De figuris (= Περὶ σχημάτων) 5.
Not analysed yet
τὸ Διόϲκοροϲ οἱ μὲν ἐν παραθέϲει λέγουϲιν, ὅτι ἡ Διόϲ γενικὴ ἐν τῇ ϲυνθέϲει ἀποβάλλει τὸ ϲ· εἰ οὖν τὸ Διόϲκοροϲ ἐφύλαξε τὸ ϲ, δηλονότι ἐν παραθέϲει ἐϲτί. δεῖ ϲημειώϲαϲθαι διόϲθυοϲ παρὰ Καλλιμάχῳ. ἐν ϲυνθέϲει γὰρ ὂν ἐφύλαξε τὸ ϲ ἔϲτι δὲ ὄνομα μηνόϲ. οἱ δὲ ἐν ϲυνθέϲει λέγουϲιν, ὅτι ἀπὸ δύο λέξεων εἴτε ἐν ϲυνΘέϲει εἴτε ἐν παραΘέϲει οὐϲῶν γίνονται αἱ παραγωγαί, οἷον Ἱεράπολιϲ Ἱεραπολίτηϲ, Νεάπολιϲ Νεαπολίτηϲ, Ἄρειοϲ πάγοϲ Ἀρειοπαγίτηϲ, οὐδέποτε δὲ ἀπὸ δύο λέξεων ἐν παραθέϲει οὐϲῶν γίνεται παραγωγὴ τεμενικοῦ οἷον Θέτιδοϲ Θετίδειον, Ἡρακλῆϲ Ἡράκλειον, Αἰακόϲ Αἰάκεῖον. εἰ οὖν ἐϲτι Διοϲκορεῖον τεμενικόν, δῆλον ὅτι οὐ παρήχθη ἀπὸ δύο λέξεων ἐν παραθέϲει οὐϲῶν. ἄρα οὖν τὸ Διόϲκοροϲ ἐν ϲυνθέϲει ἐϲτίν.