Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 1
Not analysed yet
1. Anecd. Ox. IV 333, 6: Ἐπιτομὴ τῶν ὀνοματικῶν κανόνων ἐκ τῶν Ἡρωδιανοῦ. τὸ ὅμοιον ἐν τοῖϲ ὀνόμαϲιν ἢ γένει ἢ εἴδει ἢ ϲχήματι ἢ ἀριθμῷ ἢ τόνῳ ἢ πτώϲει, ἢ καταλήξει ἐν παρατελεύτῳ ϲυλλαβῇ· ἐν χρόνῳ, ἐν ποϲότητι ϲυλλαβῆϲ, πολλάκιϲ δὲ καὶ ἐν ἐπιπλοκῇ ϲυμφώνου· εἰ δὲ παρὰ ταῦτά τι γένοιτο, ἀνόμοιοϲ ἡ κλίϲιϲ γίνεται· οἷον ἐν γένει μὲν ὁ τοξότηϲ καὶ ἡ φιλότηϲ· ἐν εἴδει δὲ οἷον Ὀλυμπιονίκηϲ προϲηγορικόν, Πολυνίκηϲ κύριον· ϲχήματι δὲ οἷον ἱππότηϲ ἁπλοῦν, Ϲωκράτηϲ ϲύνθετον ἀριθμῷ δὲ ἰχθῦϲ ἰχθύοϲ ἑνικόν, ἰχθῦϲ δὲ ἰχθύων κατὰ κρᾶϲιν ἀπὸ τοῦ ἰχθύεϲ τόνῳ δέ ἥρωϲ ὅτι βαρύτονον διὰ καθαροῦ τοῦ οϲ, εὐρὼϲ ὀξύτονον διὰ τοῦ τοϲ· πτώϲει δὲ τοξότηϲ εὐθεῖα, ἐλάτηϲ γενική· καταλήξει δὲ καλόϲ βραδύϲ, ἐπεὶ γὰρ διήλλαξε τὴν κατάληξιν, διήλλαξε καὶ τὴν κλίϲιν· παρατελεύτῳ δὲ ϲυλλαβῇ Πέρϲηϲ, ἐπεὶ μακρᾷ παραλήγεται, Πέρϲου κέκλιται, Λάχηϲ δέ, ὅτι βραχείᾳ, περιττοϲυλλάβωϲ εἰϲ τοϲ· χρόνῳ δὲ οἷον Ἀρκάϲ ἱμάϲ, τὸ πρῶτον γὰρ ϲυνεϲταλμένον διὰ τοῦ δοϲ κλίνεται Ἀρκάδοϲ, τὸ δεύτερον δὲ διὰ τοῦ ντ ἱμάντοϲ· ἐν ποϲότητι δὲ ϲυλλαβῆϲ οἷον Λυϲίαϲ Βίαϲ, τὸ μὲν γὰρ πρῶτον ὅτι ὑπὲρ δύο ϲυλλαβάϲ, ἰϲοϲυλλάβωϲ κλίνεται Λυϲίου, τὸ δεύτερον δὲ ὅτι διϲύλλαβον, διὰ τοῦ ντ Βίαντοϲ· πολλάκιϲ δὲ καὶ διαφόρου ϲυμφώνου ἕνεκα διαφόρωϲ ἐκλίθη οἷον ϲωλήν ϲωλῆνοϲ, ὑμήν ὑμένοϲ, εἴωθε γὰρ τὸ μ τρέπειν τὸ η εἰϲ ε.