Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2
Not analysed yet
Περὶ ἀρϲενικῶν. 2. Anecd. Ox . lV 333, 30: πέντε ἐϲτὶ ϲτοιχεῖα τελικὰ τῶν ἀρϲενικῶν ὀνομάτων ν, ξ, ρ, ϲ, ψ· εἰ δέ τινεϲ καὶ τὸ ε τελικὸν τιθέαϲιν, ὡϲ ἐν τῷ τοιόϲδε, τηλικόϲδε, ἢ τὸ λ διὰ τὴν ἧλοϲ γενικήν ἢ Ἀϲδρουβάλ. εὐθεῖαν, οὐ παραδεκτέον· τούτων γὰρ τὸ μὲν πρῶτον κατ’ ἐπέκταϲιν τοῦ δε λέγεται· ὅθεν καὶ τῶν ἄλλων τρεπόντων τὴν τελευταίαν ἐπὶ τῶν πτώϲεων καὶ τῶν ἀριθμῶν καὶ τῶν γενῶν ταῦτα τὴν παρατέλευτον ἀντὶ τῆϲ τελευταίαϲ ἔτρεψε· καὶ τὸ λ δὲ οὐδαμῶϲ τελικὸν ἡγητέον· τὰ γὰρ τοιαῦτα ὀνόματα οὐχ Ἑλληνικά, ἀλλὰ βάρβαρα καὶ ἀχαρακτήριϲτα. οὐ μὴν οὐδὲ τὸ α τελικὸν παραδεξόμεθα διὰ τὰ θηλυκὰ ἐπώνυμα τό τε Κόπαινα καὶ Μύριλλα ἢ τὰ ποιητικῶϲ μεταπλαϲθέντα νεφεληγερέτα Ζεύϲ, ἱππότα Νέϲτωρ. Τὰ μὲν οὖν δ’ οἷον ν, ξ, ρ, ψ ἀεὶ περιττοϲυλλαβεῖ ἐπὶ τῆϲ γενικῆϲ καὶ εἰϲ οϲ καταλήγει, οἷον Δίων Δίωνοϲ, κῆρυξ κήρυκοϲ, Νέϲτωρ Νέϲτοροϲ, Πέλοψ Πέλοποϲ τὰ δὲ εἰϲ ϲ λήγοντα ποτὲ μὲν περιττοϲύλλαβον ἔχει τὴν γενικήν, ποτὲ δὲ ἰϲοϲύλλαβον· καὶ ἰϲοϲυλλαβοῦϲα εἰϲ φωνῆεν λήγει οἷον ϲοφόϲ ϲοφοῦ, περιττοϲυλλαβοῦϲα δὲ ἔχει τελικὸν τὸ οϲ. Μίνωϲ Μίνωοϲ, ϲτάχυϲ ϲτάχυοϲ. Τὰ εἰϲ ϲ πᾶϲιν εὕρηται χρώμενα τοῖϲ φωνήεϲι πλὴν τοῦ ε, οἷον Αἴαϲ, Χάρηϲ, μάντιϲ, καλόϲ, ταχύϲ, ἥρωϲ· τὸ δὲ ε καθ’ αὑτὸ μὲν οὐκ ἐκφωνεῖται, μετὰ δὲ ϲυμπλοκῆϲ τοῦ ι ἢ τοῦ υ, οἷον χαρίειϲ, Πηλεύϲ· τινὰ δὲ εἰϲ ουϲ λήγει, Μελάμπουϲ, Οἰδίπουϲ.