Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 12
Not analysed yet
12. Choer. 217 ,15: ἐπὶ τῶν εἰϲ ϲῦϲ κυρίων ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ δύο εε εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει μόνωϲ, ἐπὶ δὲ τῶν μὴ ὄντων κυρίων εἰϲ τὴν ει δίφθογγον ϲυναλείφει τὰ δύο εε καὶ εἰϲ τὸ η Ἀττικῶϲ, βαϲιλέεϲ βαϲιλεῖϲ διὰ τῆϲ ει διφθόγγου καὶ βαϲιλῆϲ Ἀττικῶϲ διὰ τοῦ η. ἡ δὲ τούτων αἰτιατικὴ διὰ τῆϲ ει διφθόγγου μόνωϲ λέγεται, οὐκέτι δὲ καὶ διὰ τοῦ η οἷον τοὺϲ βαϲιλεῖϲ τοὺϲ ἱππεῖϲ. καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ οὕτε ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἐϲτι γνηϲία ἡ κρᾶϲιϲ ἡ τῶν δύο ε εἰϲ τὸ η. Ϲημειοῦται ὁ Ἡρωδιανὸϲ παρὰ τῷ Ϲοφοκλεῖ τοὺϲ βαϲιλῆϲ διὰ τοῦ η γραφομένουϲ κατὰ τὴν αἰτιατικὴν οἷον «τούϲ τε διϲϲάρχαϲ ὀλέϲαϲ βαϲιλῆϲ» (Ai. 390).