Ancient Greek
ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΛΙΣΕΩΣ ΟΝΟΜΑΤΩΝ.
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 13
Not analysed yet
Περὶ τῶν εἰϲ ηϲ ληγόντων ὀνομάτων. 13. Anecd. Ox. lV 336, 1: τῶν εἰϲ ηϲ ληγόντων τὰ μὲν ὀξύνεται, οἷον ἀθλητήϲ, τὰ δὲ βαρύνεται, οἷον Λάχηϲ κτλ. Περὶ βαρυτόν ων. Τ δὲ Ἄρηϲ καὶ ὡϲ ἰαμβικὸν μὴ ἔχον ἐπ’ εὐθείαϲ τὸ Ἄρητοϲ ἐκλίθη, καὶ ὡϲ ϲπονδειακὸν Ἄρου, καὶ «Ἄρεοϲ ἀνδροφόνοιο» παρ’ Ὁμήρῳ (Δ 441), καὶ Ἄρεωϲ ἀπὸ Ἄρευϲ, εὑρέθη δὲ παρὰ Ἀλκαίῳ. Ὅϲα δὲ ὑπὲρ δύο ϲυλλαβάϲ ἐϲτιν εἰϲ δηϲ πατρωνυμικά, οἷον Ἀτρείδηϲ ἢ τύπου πατρωνυμικοῦ Ἡρακλείδηϲ, Ὑπερίδηϲ, καὶ τὸ Δημάδηϲ ἐκ τοῦ Δημεάδηϲ ὂν τῇ αὐτῇ ὑποπίπτει κλίϲει. Καὶ τὰ εἰϲ νηϲ παρώνυμα, Λεπτίνηϲ, Ἀξίνηϲ, Ἀψίνηϲ ἢ τύπου παρωνύμου, Ϲμικρίνηϲ, Θεοκρίνηϲ. Καὶ τὰ εἰϲ ληϲ ῥηματικά, χωρὶϲ τῶν παρὰ τὸ ὄλω οἷον πανώληϲ· φαινόληϲ, ἢ παρώνυμα γενειόληϲ καὶ ὅϲα εἰϲ τηϲ ἁπλᾶ οἰκέτηϲ, τοξότηϲ κτλ. Καὶ ὅϲα παρὰ ῥῆμα προϲηγορικά, ἱερονίκηϲ, 'Ὀλυμπιονίκηϲ· ταῦτα πάντα εἰϲ ου ἔχει τὴν γενικήν, χωρὶϲ τῶν εἰϲ ωληϲ, ἃ μετὰ τοῦ ϲ τὴν γενικὴν ποιεῖ, πανώλουϲ, ἐξώλουϲ· ἐξῶλεϲ καὶ πανῶλεϲ τὸ οὐδέτερον κτλ. ἔτι γε μὴν καὶ ὅϲα ἀμεταβόλῳ παραλήγεται ὑπὲρ δύο ϲυλλαβὰϲ εἰϲ τοϲ λήγει, Ἀφάρητοϲ, Ἐπιάλητοϲ· καὶ ταῦτα μὲν περὶ βαρυτόνων. Περὶ ὀξυτόνων. Τῆϲ προειρημένηϲ τοίνυν καταλήξεωϲ οὔϲηϲ διχῶϲ εἰϲ τοϲ καὶ εἰϲ εοϲ, τιϲ ϲυναιρεθεῖϲα γίγνεται εἰϲ ουϲ, εἴπωμεν περὶ τῶν εἰϲ τοϲ πρότερον. ὅϲα μὲν ὀξύτονα δύο ϲυμφώνοιϲ παραλήγεται, εἰϲ τοϲ ποιεῖ τὴν γενικήν· ἀβλῆτοϲ, προβλῆτοϲ καὶ ἡμιθνῆτοϲ. ὅϲα δὲ ἑνὶ ϲυμφώνῳ, ϲαφήϲ, νωθήϲ, πρυλήϲ εἰϲ ουϲ κτλ.