Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.11
Not analysed yet
Τὰ εἰϲ δαϲ λήγοντα διϲύλλαβα ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Λάδαϲ άδα, Κλύδαϲ Κλύδα, Ἴδαϲ Ἴδα, Λήδαϲ Λήδα, Δέρδαϲ Δέρδα. δεῖ προϲθεῖναι, χωρὶϲ εἰ μὴ διφθόγγῳ παραλήγοιτο ἐὰν γὰρ διφθόγγῳ παραλήγοιτο, περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον Φείδαϲ Φείδαντοϲ, Οἴαϲ Οἴδαντοϲ, τοῦ δὲ Μείδαϲ τὴν γενικὴν ὁ Ἀπολλώνιοϲ εἴρηκε Μείδαντοϲ, ἐπεὶ διφθόγγῳ παραλήγεται ἔϲτι γὰρ Μίδαϲ ἄλλο ὅπερ ἰϲοϲυλλάβωϲ κλίνεται οἷον ὁ Μίδαϲ τοῦ Μίδα.