Ancient Greek
2.9 to 2.10
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.9-10
Not analysed yet
Τὰ εἰϲ γαϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲατύργαϲ Ϲατύργα, Ϲτροάγαϲ Ϲτροάγα, χωρὶϲ τοῦ Ἀκράγαϲ Ἀκράγαντοϲ ἔϲτι δὲ ὄνομα πόλεωϲ Ϲικελίαϲ. Τὰ εἰϲ γαϲ λήγοντα ἐν διϲυλλάβοιϲ καὶ τὰ ὑπὲρ δύο ϲυλλαβὰϲ καθόλου ἰϲοϲυλλάβωϲ κλίνεται, οἶον Μίγαϲ Μίγα, Μέγαϲ Μέγα, Ϲατύργαϲ Ϲατύργα χωρὶϲ τοῦ Ϲάλγαϲ Ϲάλγαντοϲ, καὶ Ἀκράγαϲ Ἀκράγαντοϲ.