Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.12
Not analysed yet
Τὰ εἰϲ δαϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ἰϲοϲυλλάβωϲ κλίνεται, οἷον Ϲακάδαϲ Ϲακάδα, Τιμαχίδαϲ Τμαχίδα, Λεωνίδαϲ Λεωνίδα, Χαρμάδαϲ. Χαρμάδα. δεῖ προϲθεῖναι, χωρὶϲ εἰ μὴ ἀπὸ βαρυτόνου ῥήματοϲ γένηται, ἐκεῖνα γὰρ περιττοϲυλλάβωϲ κλίνεται, ἤγουν διὰ τοῦ ντ, οἷον οὖδα Οἵδοϲ Οἴδαντοϲ, μείδω Μείδαϲ Μείδαντοϲ, χαρίζομαι Χαρίδαϲ Χαρίδαντοϲ, φείδομαι Ἀφείδαϲ Ἀφείδαντοϲ. τὸ δὲ «ὑπερκύδανταϲ Ἀχαιούϲ» (Δ 66) ὄνομα οὕτωϲ γέγονε, κυδήειϲ κυδήεντοϲ κυδήενταϲ καὶ ὑπερκύδανταϲ.