Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.129
Not analysed yet
Choer. 37, 7: τὰ παρὰ τὸ πόλιϲ ϲύνθετα, ἂν μὲν θηλυκοῦ μόνου γένουϲ γένηται, τὴν τοῦ ἁπλοῦ φυλάττει κλίϲιν, τουτέϲτι διὰ καθαροῦ τοῦ ωϲ κλίνεται οἷον πόλιϲ πόλεωϲ, ἀκρόπολιϲ ἀκροπόλεωϲ, Καλλίπολιϲ Καλλιπόλεωϲ, Ἀμφίπολιϲ Ἀμφιπόλεωϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ), Χρυϲόπολιϲ, Νικόπολιϲ, μητρόπολιϲ ἐὰν δὲ ἀρϲενικοῦ μόνου γένουϲ γένηται, ἢ ἀρϲενικοῦ καὶ θηλυκοῦ, διὰ τοῦ δοϲ κλίνεται. ἀρϲενικοῦ μὲν μόνου γένουϲ οἷον ὁ Ϲώπολιϲ τοῦ Ϲωπόλιδοϲ (ἔϲτι δὲ ὄνομα κύριον κωμικοῦ), ὁ Ἀγηϲίπολιϲ τοῦ Ἀγηϲιπόλιδοϲ (ἔϲτι δὲ ὄνομα ϲτρατηγοῦ τῶν Ἀθηναίων), ἀρϲενικοῦ δὲ καὶ θηλυκοῦ οἰον ὁ φιλόπολιϲ καὶ ἡ φιλόπολιϲ τοῦ φιλοπόλιδοϲ τῆϲ φιλοπόλιδοϲ, ὁ ἄπολιϲ καὶ ἡ ἄπολιϲ τοῦ ἀπόλιδοϲ καὶ τῆϲ ἀπόλιδοϲ. Ἀνδροτίων δὲ καὶ τὸ μόνωϲ θηλυκὸν Τετράπολιϲ Τετραπόλιδοϲ φηϲὶ διὰ τοῦ δ.