Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.162
Not analysed yet
Choer. 233, 8: ἰϲτέον δὲ ὅτι τὰ εἰϲ υϲ ϲύνθεται, εἰ μὲν ἀπὸ ἁπλῶν εἰϲ υϲ ληγόντων ἐϲτὶ ϲυντεθειμένα, τὴν τῶν ἁπλῶν φυλάττει κλίϲιν οἷον βραχύϲ βραχέοϲ τρίβραχυϲ τριβράχεοϲ, πῆχυϲ πήχεοϲ δεκάπηχυϲ δεκαπήχεοϲ, θῆλυϲ θήλεοϲ ἀρϲενόθηλυϲ ἀρϲενοθήλεοϲ, ἰχθῦϲ ἰχθύοϲ κάλλιχθυϲ καλλίχθυοϲ, ὀφρῦϲ ὀφρύοϲ λεύκοφρυϲ λευκόφρυοϲ· εἰ δὲ ἀπὸ ῥήματόϲ ἐϲτι ϲυντεθειμένα, διὰ τοῦ δοϲ κλίνεται οἷον ἔπηλυϲ ἐπήλυδοϲ, νέηλυϲ νεήλυδοϲ (ϲημαίνει δὲ τὸν ξένον). ταῦτα γὰρ οὐκ ἔϲτιν ἀπὸ ἁπλῶν εἰϲ υϲ ληγόντων ϲυντεθειμένα, ἀλλ’ ἀπὸ ῥήματοϲ τοῦ ἐλεύθω τοῦ ϲημαίνοντοϲ τὸ παραγίνομαι.