Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.163
Not analysed yet
Περὶ κινήϲεωϲ τῶν εἰϲ υϲ μονογενῶν. Choer. 235, 5: ἡ δοτικὴ τῶν ἑνικῶν οἷον τῷ βότρυι οὐ ϲυναιρεῖται, ἐπειδὴ εἰ ϲυνήρητο, ἤμελλεν εἰϲ τὴν υι δίφθογγον λήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον. οὐδέποτε γὰρ ἡ υι δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται οἷον μυῖα, ἅρπυια, υἱόϲ.