Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.164
Not analysed yet
Choer. 235, 20. ὄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν οὐ λέγονται αἱ αἰτιατικαὶ τῶν εἰϲ υϲ διχῶϲ οἰον τὸν βότρυα καὶ βότρυν, ἀλλ’ εἰϲ ν μόνωϲ οἰον τὸν βότρυν. ἔϲτιν οὖν εἰπεῖν ὅτι πᾶϲα γενικὴ εἰϲ οϲ καθαρὸν λήγουϲα διχρόνῳ παραληγομένη εἰϲ ν μόνωϲ ἔχει τὴν αίτιατικὴν οἷον ὄφιϲ ὄφιοϲ ὄφιν, μάντιϲ μάντιοϲ μάντιν, πόλιϲ πόλιοϲ πόλιν. ἐπειδὴ οὖν καὶ τὰ εἰϲ υϲ μονογενῆ ἔχει τὴν γενικὴν εἰϲ οϲ καθαρὸν διχρόνῳ παραληγόμενα οἰον ϲτάχυοϲ, βότρυοϲ, νέκυοϲ, τούτου χάριν εἰϲ ν μόνωϲ ἔχει τὴν αἰτιατικὴν οἷον βότρυν, ϲτάχυν, νέκυν. ϲεϲημείωται παρ’ Εὐφορίωνι ἅποξ εὑρεθὲν «τὸν βότρυα».