Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.165
Not analysed yet
Choer. 235, 34: ἄξιόν ἐϲτι ζητῆϲαι διατί ὥϲπερ τὸ βότρυϲ γίνεται κατὰ κρᾶϲιν τοῦ ῦ καὶ ε εἰϲ υ μακρὸν καὶ γίνεται βότρυϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ βότριε εὐθεῖα τῶν δυικῶν γίνεται κατὰ κρᾶϲιν τοῦ ῦ καὶ ε εἰϲ τὸ ῦ μακρὸν καὶ γίνεται βότρυ. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται ἡ εὐθεῖα τῶν δυικῶν γενέϲθαι κατὰ κρᾶϲιν τοῦ ῦ καὶ ε εἰϲ τὸ υ μακρόν, ἐπειδὴ ἤμελλεν εἰϲ τὸ ῦ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον . τὸ γὰρ ῦ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυικῶν.