Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.175
Not analysed yet
Choer. 261, 27 . ἔϲτι καὶ Περϲικὰ ὀνόματα καὶ Αἰγύπτια εἰϲ ωϲ λήγοντα, ἅτινα τὴν αὐτὴν κλίϲιν ἐπιδέχεται τοῖϲ εἰϲ ωϲ Ἀττικοῖϲ· οὐ μέντοι προπαροξύνεται κατὰ τὴν εὐθεῖαν, ὥϲπερ οὐδὲ ἐν ταῖϲ ἄλλαιϲ πτώϲεϲιν. ἔϲτι γὰρ Ἰνάρωϲ ὄνομα βαϲιλέωϲ. Παραμίζωϲ ὄνομα εὐνούχου, Ϲαβάκωϲ. ἀποβολῇ δὲ τοῦ ϲ ποιεῖ τὴν γενικήν. —δεῖ δὲ ἡμᾶϲ ἀναμνηϲθῆναι καὶ τοῦτο, ὅτι ηρωϲ καὶ τὸ ἔρωϲ καὶ τὸ γέλωϲ, ἄάτινα περιττοϲυλλάβωϲ παρ’ ἡμῖν κλίνεται, οἱ Ἀθηναῖοι ἰϲοϲυλλάβωϲ κλίνουϲιν. τοῦ ἥρω γὰρ καὶ τοῦἔρωκαὶ τοῦ γέλω λέγουϲιν ἀλλ’ οὐχ οἰόϲ τ’ εἴμ’ ἀποϲοβῆϲαι τὸν γέλων (Aristoph. Ran. 45).