Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.176
Not analysed yet
Choer. 257, 33. καὶ τὴν δοτικὴν εἰϲ ι ἀνεκφώνητον ποιοῦϲιν οἱ Ἀττικοὶ οἱον τῷ ηρῳ «ῆρῳ Δημοδόκῳ» (θ 483) καὶ ηρῳ αομέδοντι» (H 453). τοῦτο δὲ τὸ ηρῳ οὐ γίνεταικατὰ ϲυναίρεϲιν τοῦ ω καὶ ι εἰϲ τὴν ῳ δίφθογγον. πᾶϲα γὰρ δοτικὴ ἑνικῶν εἰϲ ῑ ἀνεκφώνητον λήγουϲα τὴν γενικὴν ἔχει ίϲοϲύλλαβον τῇ εὐθείᾳ οἷον τῷ κοχλίᾳ ὁκοχλίαϲ τοῦ κοχλίου, τῷ Χρύϲῃ ὁ Χρύϲηϲ τοῦ Χρύϲου, τῷ ϲοφῷ ὁ ϲοφόϲ τοῦ ϲοφοῦ. εἰ ἐγένετο οὖν τοῦτο κατὰ ϲυναίρεϲιν τοῦ ω καὶ ῑ εἰϲ τὴν ῳ δίφθογγον, ῆμελλεν ἔχειν τὸ ῑ ἀνεκφώκητον, ὅπερ ἐϲτὶν ἀδύνατον, οὐδὲ γὰρ ἔχει τὴν γενικὴν ίϲοϲύλλαβον τῇ εὐθείᾳ οἷον ἥρωϲ ηρωοϲ· τούτου οὖν χάριν τοῦτο οὐ ϲυναιρεῖται κατὰ τὴν δοτικήν, ἱνα μὴ εὑρεθῇ ἡ δοτικὴ εἰϲ ῑ ἀνεκφώνητον λήγουϲα, τῆϲ γενικῆϲ περιττοϲυλλαβούϲηϲ τῆϲ εὐθείαϲ. ἀλλ’ ἔϲτι τὸ ἥρῳ ἀπὸ ἰϲοϲυλλάβου κλίϲεωϲ.