Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.201
Not analysed yet
Τὰ εἰϲ ιων ὀξύτονα, εἰ μὲν θηλυκὰ ἢ κοινὰ τῷ γένει ἐϲτί, διὰ τοῦ ο κλίνεται οἰον χιών χιόνοϲ, ἠϊών ἠϊόνοϲ, Ἑρμιών Ἑρμιόνοϲ πόλιϲ Ἀργόλιδοϲ, Ἴβιών Ἰβιόνοϲ· ἔϲτι δὲ ὄνομα νήϲου, ὁ ἡ περικτιών περικτιόνοϲ, ἀμφικτιών ἀμφικτιόνοϲ, ἰθυκτιών ἰθυκτιόνοϲ· εἰ δὲ μόνωϲ ἀρϲενικά ἐϲτι, φυλάττει τὸ ω οἷον Κνακιών Κνακιῶνοϲ, Ἀϲιών Ἀοιῶνοϲ, κυρηβίων κυρηβιῶνοϲ, ἀνθεϲτηριών ἀνθεϲτηριῶνοϲ, δοθιών δοθιῶνοϲ τὸ ἐν τῇ ϲυνηθείᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν.