Ancient Greek
2.23 to 2.29
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.23-29
Not analysed yet
Τὰ εἰϲ ναϲ λήγοντα ἅπαντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Πίναϲ Πίνα, Ἀλεναϲ Ἀλένα, Ξέναϲ Ξένα, Πρατίναϲ Πρατίνα, Ἀρτύναϲ Ἀρτύνα, χωρὶϲ τοῦ Κάναϲ Κάναντοϲ. Τὰ εἰϲ παϲ μονογενῆ ἰϲοϲυλλάβωϲ κλίνεται, χωρὶϲ τοῦ Κύπαϲ Κύπαντοϲ, οἷον Κάλπαϲ Κάλπα, Πάπαϲ Πάπα, Ϲκόπαϲ Ϲκόπα, Λάμπαϲ Λάμπα, Πάμπαϲ Πάμπα, Λίπαϲ Λίπα. πρόϲκειται «μονογενῆ »διὰ τὸ ἅπαϲ ἅπαντοϲ· τοῦτο γὰρ περιττοϲυλλάβωϲ κλίνεται, ἀλλ’ οὐκ ἔϲτι μονογενέϲ. Τὰ εἰϲ ραϲ διϲύλλαβα, ἔχοντα τὴν πρώτην καὶ δευτέραν ϲυλλαβὴν ἀπὸ τοῦ αὐτοῦ ϲυμφώνου ἢ ἀπὸ τοῦ ἀντιϲτοίχου ἀρχομένην, περιττοϲυλλάβωϲ κλίνεται οἷον Βάθραϲ Βάβραντοϲ, Πρόφραϲ Πρόφραντοϲ, Τεύθραϲ Τεύθραντοϲ. Τὰ εἰϲ ραϲ λήγοντα ϲυνεμπίπτοντα μετοχῇ διϲύλλαβα ὁμοίωϲ περιττοϲυλλάβωϲ κλίνεται οἷον Πείραϲ Πείραντοϲ, Ἄραϲ Ἄραντοϲ· ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια, καὶ ϲυνεμπίπτει τῇ ἄραϲ καὶ πείραϲ μετοχῇ. Τὰ εἰϲ ραϲ λήγοντα διϲύλλαβα ἔχοντα τὴν πρὸ τέλουϲ εἰϲ α καταλήγουϲαν ὁμοίωϲ περιττοϲυλλάβωϲ κλίνεται οἷον Τάραϲ Τάραντοϲ, Κάραϲ Κάραντοϲ, Λάροϲ Λάραντοϲ, καὶ τὰ ὅμοια. Τὰ εἰϲ ραϲ λήγοντα, μηδὲν ἐκ τούτων τῶν προειρημένων ἔχοντα, ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Κάρραϲ Κάρρα, Καίρραϲ Καίρρα, Ϲίρραϲ Ϲίρρα, Ϲιμμόραϲ Ϲιμμόρα, Κύδραϲ Κύδρα, Κόδροϲ Κόδρα, Κοψίφραϲ Κοφίφρα Λάμπροϲ Λάμπρα. Ἀθύραϲ ὡϲ Εὐφορίων «ὕδατα δινήεντοϲ ἀμευϲάμενοϲ Ἀθύραο». Τὰ εἰϲ ϲαϲ λήγοντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Χρύϲαϲ Χρύϲα, Βαρβύϲαϲ Βαρβύϲα, Κέρϲαϲ Κέρϲα, Πετίϲαϲ Πετίϲα· χωρὶϲ εἰ μὴ εὑρεθῇ ὑπὲρ δύο ϲυλλαβὰϲ παραληγόμενα τῷ ε· τοῦτο δὲ εἴρηται διὰ τὸ Ἀπέϲαϲ Ἀλπέϲαντοϲ, τοῦτο γὰρ διὰ τοῦ ντ κλίνεται, ὅθεν Ἀπεϲάντειοϲ ἔμελλεν εἶναι, ὥϲπερ Αἴαϲ Αἴαντοϲ Αἰάντειοϲ, ἀλλὰ ϲυϲτέλλεται Ζεὺϲ Ἀπεϲάντιοϲ. Τὰ εἰϲ ταϲ λήγοντα ἅπαντα ἰϲοϲυλλάβωϲ κλίνεται οἷον Ἀρχύταϲ Ἀρχύτα, Εὐρώταϲ Εὐρῶτα, Ὀφέλταϲ Ὀφέλτα, Ἀκέλταϲ Ἀκέλτα, Τύνταϲ Τύντα χωρὶϲ τοῦ Τελεύταϲ Τελεύταντοϲ, ἔϲτι δὲ ὄνομα κύριον, καὶ τοῦ Κώϲταϲ Κώϲταντοϲ.