Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.227
Not analysed yet
Choer. 76, 19: τὰ εἰϲ ων λήγοντα διϲύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ κύρια μὲν ὄντα φυλάττει τὸ ω ἐπὶ τῆϲ γενικῆϲ, προϲηγορικὰ δὲ ὄντα τρέπει τὸ ω εἰϲ ο ἐν τῇ γενικῇ. ἔϲτω δὲ παραδείγματα τοῦ κανόνοϲ ταῦτα· καὶ τῶν μὲν κυρίων οἷον Ῥίζωnν Ῥζωνοϲ (ὁ τοῦ Κάδμου υἱόϲ), Ἄζων Ἄζωνοϲ (ποταμὸϲ Λυκίαϲ καὶ ὄνομα ἀνδρόϲ), Ὄζων Ὄζωνοϲ (ὄνομα ποταμοῦ), Πρξων Πρήξωνοϲ, Δέξων Δέξωνοϲ, Αἰξων Αἰξωνοϲ, Μύρϲων Μύρϲωνοϲ, Κτήϲων Κτήϲωνοϲ, Πράϲων Πράϲωνοϲ (εἷϲ τῶν Αἰγύπτου παίδων), Λεύϲων Λεύϲωνοϲ (ὄνομα δὲ τοῦτο κυνόϲ), Γράϲων Γράϲωνοϲ (ὄνομα κύριον), ᾧ ὁμοίωϲ κλίνεται καὶ τὸ νῦν ἐν τῇ ϲυνηθείᾳ ἐπιθετικὸν λεγόμενον, Παύϲων Παύϲωνοϲ, Θράϲων Θράϲωνοϲ (ταῦτα δέ ἐϲτιν ὀνόματα κύρια καὶ διὰ τοῦ ω κλίνεται). τὸ Αἴϲων κύριον ὄνομα ὃν διχῶϲ κλίνεται, καὶ γὰρ διὰ τοῦ ῦ κατὰ τὸν κανόνα τοῦτον οἷον Αἴϲωνοϲ υἱὸϲ Κρηθέωϲ ἀφ’ αιματοϲ, καὶ διὰ τοῦ ο ποιητικῶϲ διὰ τὸ μέτρον οἷον ὡϲ παρὰ τῷ ποιητῇ «Αἴϲονά τ’ ηδὲ Φέρητα» (λ 258). τὰ μέντοι μὴ ὄντα κύρια διὰ τοῦ ο κλίνεται οἷον μείζων μείζονοϲ, ἄξων ἄξονοϲ, κρείϲϲων κρείϲϲονοϲ, πάϲϲων πάϲϲονοϲ (ὁ παχύτεροϲ), μάϲϲων μάϲϲονοϲ (ϲημαίνει δὲ τὸν μείζονα), εἰ δὲ καὶ κύριον ϲημαίνει τοῦτο (ϲημαίνει ποταμὸν ἐν Πελοποννήϲῳ), δηλονότι τὴν αὐτὴν κλίϲιν ἐφύλαξε τὸ καύϲων καύϲωνοϲ παρώνυμόν ἐϲτι παρὰ τὸ καῦϲιϲ, κϲ τούτου χάριν φυλάττει τὸ ῦ ἐν τῇ γενικῇ.