Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.228
Not analysed yet
Choer. 77, 12: τὰ εἰϲ ων ὑπὲρ δύο ϲυλλαβὰϲ βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ διὰ τοῦ ῦ θέλει κλίνεϲθαι οἷον Ἁλίζων Ἁλίζωνοϲ (ἔϲτι δὲ ἐθνικόν), ’Ἑνάϲϲων Ὀνάϲϲωνοϲ, Τυλίϲων Τυλίϲωνοϲ, Τελέϲων Τελέϲωνοϲ (ἔϲτι δὲ ταῦτα ὀνόματα κύρια). ϲεϲημείωται τὸ Ἰάϲων Ἰάϲονοϲ διὰ τοῦ ο κλιθέν (ἔϲτι δὲ ὄνομα κύριον) καὶ ἴϲωϲ ὡϲ ἔχον μακρὸν τὸ α ἐν τῇ παραληγούϲῃ διὰ τοῦ ο ἐκλίθη ὁμοίωϲ τῷ Μαχάων Μαχάονοϲ καὶ Ἱκετάων Ἱκετάονοϲ. τὸ δὲ Ὑψίζων Ὑψίζοντοϲ (ἔϲτι δὲ ὄνομα ποταμοῦ) τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνεται, τὸ δὲ ὀλίζων ὀλίζονοϲ (ἔϲτι δὲ ὁ ὀλιγώτεροϲ) ὡϲ ϲυγκριτικὸν διὰ τοῦ ο ἐκλίθη, ὁμοίωϲ τὸ μάϲϲων μάϲϲονοϲ, κρείϲϲων κρείϲϲονοϲ καὶ τὰ ὅμοια.