Ancient Greek
Chapter 2
Aelius Herodianus, Περὶ κλίσεως ὀνομάτων 2.229
Not analysed yet
Τὰ εἰϲ ων ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ ἐπίθετα ὄντα ἢ ἐθνικὰ τρέπει τὸ ω εἰϲ ο ἐπὶ τῆϲ γενικῆϲ οἷον Αὐϲών Αὐϲόνοϲ, πρήξων πρηξόνοϲ· οὕτωϲ γὰρ τοὺϲ ἀγοραίουϲκαλοῦϲι Ϲικελοί, δραξών δραξόνοϲ, ἀλαζών ἀλαζόνοϲ, ἀμαζών ἀμαζόνοϲ τὸ ἐπίθετον· λέγεται γὰρ καὶ ἀρϲενικῶϲ ὡϲ παρὰ Καλλιμάχῳ «ἵν’ ἀμαζόνεϲ ἄνδρεϲ ἔωϲιν ». τὸ γὰρ ἐπὶ ἔθνουϲ φυλάττει τὸ ω ἐπὶ γενικῆϲ. τὸ Ὀλιζών ὄξότονον ἐπὶ πόλεωϲ διὰ τοῦ ω κλίνεται, τὸ δὲ κιϲϲών κιϲϲῶνοϲ διὰ τοῦ ω οὐ μάχεται, περιεκτικὸν γάρ.